Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.347 Joseph. AJ 8.352 (English) >>Joseph. AJ 8.356

8.350εὑρὼν δʼ ἐν αὐτῷ σπήλαιόν τι κοῖλον εἴσεισι καὶ διετέλει ποιούμενος ἐν αὐτῷ τὴν μονήν. ἐρομένης δέ τινος αὐτὸν φωνῆς ἐξ ἀδήλου, τί παρείη καταλελοιπὼς τὴν πόλιν ἐκεῖσε, διὰ τὸ κτεῖναι μὲν τοὺς προφήτας τῶν ξενικῶν θεῶν, πεῖσαι δὲ τὸν λαὸν ὅτι μόνος εἴη θεὸς ὤν, ὃν ἀπʼ ἀρχῆς ἐθρήσκευσαν, ἔφησε· ζητεῖσθαι γὰρ ἐπὶ τούτῳ πρὸς τιμωρίαν ὑπὸ τῆς γυναικὸς τοῦ βασιλέως. 8.351πάλιν δὲ ἀκούσας προελθεῖν εἰς τὸ ὕπαιθρον τῇ ἐπιούσῃ, γνώσεσθαι γὰρ οὕτως τί δεῖ ποιεῖν, προῆλθεν ἐκ τοῦ σπηλαίου μεθʼ ἡμέραν καὶ σεισμοῦ τε ἐπακούει καὶ λαμπρὰν πυρὸς αὐγὴν ὁρᾷ. 8.352καὶ γενομένης ἡσυχίας φωνὴ θεία μὴ ταράττεσθαι τοῖς γινομένοις αὐτὸν παρακελεύεται, κρατήσειν γὰρ οὐδένα τῶν ἐχθρῶν αὐτοῦ, προσέταξέ τε ὑποστρέψαντα εἰς τὴν οἰκείαν ἀποδεῖξαι τοῦ πλήθους βασιλέα Ἰηοῦν τὸν Νεμεσαίου παῖδα, ἐκ Δαμασκοῦ δὲ τῶν Σύρων Ἀζάηλον· ἀντʼ αὐτοῦ δὲ προφήτην Ἐλισσαῖον ὑπʼ αὐτοῦ γενήσεσθαι ἐκ πόλεως Ἀβέλας· διαφθερεῖ δὲ τοῦ ἀσεβοῦς ὄχλου τοὺς μὲν Ἀζάηλος τοὺς δὲ Ἰηοῦς.” 8.353 δʼ Ἠλίας ὑποστρέφει ταῦτʼ ἀκούσας εἰς τὴν Ἑβραίων χώραν καὶ τὸν Σαφάτου παῖδα Ἐλισσαῖον καταλαβὼν ἀροῦντα καὶ μετʼ αὐτοῦ τινας ἄλλους ἐλαύνοντας ζεύγη δώδεκα προσελθὼν ἐπέρριψεν αὐτῷ τὸ ἴδιον ἱμάτιον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.347 Joseph. AJ 8.352 (English) >>Joseph. AJ 8.356

Powered by PhiloLogic